Ancient Greek
665.2 to 665.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 665.2-4
Unproofread scanNot analysed yet
23. Ὅτι Περραιβοὶ τὰ δυτικὰ τοῦ Ὀλύμπου ὤκουν, Μακεδόνων ἀγρὸς. 24. Ὅτι ἕτερος Μόψος, ἀφ’ οὗ ἡ Ἀττικὴ Μοψοπία, καὶ ἄλλος ὁ Μαντοῦς, τῆς Τειρεσίου θυγατρὸς παῖς, ἀφ’ οὗ Μοψουεστία πόλις Κιλικίας. 25. Ὅτι μεταξὺ Σηπιάδος καὶ Κασθαναίας, τοῦ Πηλίου ἀκρωτηρίου, αἰγιαλὸς ἐστιν ἕρμυς, ἔνθα ὁ Ξέρξου στρατὸς ὑπὸ ἀπηλίων συνερρίθη. 26. Ὅτι τὸ περὶ Λάρισσαν πεδίον Πελασγικὸν ἐκαλεῖτο πρὶν, Πυρραία δὲ ἀπὸ Πύρρας τῆς Δευκαλίωνος γυναικός, Αἰμονία δὲ ἀπὸ Αἰμονός, Θετταλία δὲ ἀπὸ Θετταλοῦ τοῦ Αἰμονός.