Ancient Greek
669.5 to 669.9
TIMOTHEUS, timotheus_defluviis_ggm2 669.5-9
Unproofread scanNot analysed yet
34. Ὅτι Ταλθόδιος μετὰ τὰ Τρωϊκὰ ἀποικίαν ἔστησεν εἰς Κρήτην. 35. Ὅτι τριχάτες οἱ ἐν Κρήτῃ Δωριεῖς, ἤτοι οἱ πολέμιοι, ὡς τὸ κορυδάκι, ἢ οἱ τριλοφοὶ ἐν ταῖς περικεφαλαΐαις ἢ οἱ ὀρχησταί. Ἐτεόκρητες δὲ οἱ αὐτόχθονες. 36. Ὅτι ὁ Κνωσσὸς πόλις τὸ πρὶν ἐκαλεῖτο Καῖρατος ἀπὸ ποταμοῦ ἐγγὺς ὄντος. 37. Ὅτι ἡ Δίκτη τὸ ὄρος ἀνατολικώτερόν ἐστι τῆς Ἰδῆς ἐν Κρήτῃ σταδίων . α. Ἡ δὲ Ἰδὴ νῦν Χρυσόμαλλος καλεῖται. 38. Ὅτι ἡ Κρήτη ἑκατόμ πόλις ἦν ἐν τοῖς τοῦ Ὀμήρου χρόνοις, μεταγενεστέροις οὖσι τῶν Τρωϊκῶν. Ἐπὶ δὲ τῶν Τρωϊκῶν ζ' πόλεις ἔσχεν ἡ Κρήτη· ἐν γὰρ τῷ Καταλόγῳ Ὀμηρος οὐκ εἰσάγει πρόσωπον ἀπαγγέλλον τὰς ρ' πόλεις, ἀλλ' αὐτὸς λέγει εἶναι ἑκατόμ πόλιν.