Ancient Greek
671.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 671.5
Unproofread scanNot analysed yet
9. Ὅτι τὸ Κιμμέριον ἄκρον τὸ ἐν τῇ Μαϊωτικῇ πελάγει ἔχον πλεῖστον, ὥστε καὶ τὸν Βόσπορον Κιμμέριον ἐξ αὐτοῦ κληθῆναι. Εἶτα ἀπὸ σταδίων κʹ Ἀχαιίων χώρη, ὅπου καὶ τὸ στενότατον τοῦ πορθμοῦ τοῦ Βοσπόρου· ἔχει γὰρ κʹ σταδίους· οὗ ἀντιπέραν ἐν τῇ Εὐρώπῃ τὸ Μυρμηκίων ἐστι. Τὸ δὲ νοτιοπλησιότατον τοῦ Βοσπόρου στόμα Κοροκονδάμη· τὸ δὲ νοτιοδυτικὸν χώρη τις τῆς Παντικαπαίων γῆς, ὄνομα Ἄκρα. Μέγιστον τοῦ Βοσπόρου σταδίων οʹ.