Ancient Greek
692.10 to 692.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 692.10-3
Unproofread scanNot analysed yet
3. Ὅτι ἡ νῦν Σάμος, νῆσος Ἰωνική, ἐκαλεῖτο πρότερον Παρθενία, εἶτα Ἀνθεμοῦς, εἶτα Μελαμφυλλος, εἶτα Σάμος. 4. Ὅτι ἡ Σάμος τοσοῦτόν ἐστιν εὐφόρος, ὥστε οἱ ἐπαινούντες αὐτὴν λέγουσι περὶ αὐτῆς καὶ τὸ παροιμιῶδες· «Φέρει καὶ ὄρνιθων γάλα. »5. Ὅτι διὰ τὴν Συλοσώντου τυραννίδα, τοῦ Σαμίων τυράννου, ἐλιπώθησεν ἡ Σάμος, ὡς καὶ παροιμίαν γενέσθαι διὰ τοῦτο λέγουσιν· «Ἔκτι Συλοσώντος εὐρυχωρίη. »6. Ὅτι Ἀθηναῖοι διὰ Περικλέους Σάμου κυριεύ- 78. Ὅτι Σολύμους φασίν εἶναι τοὺς Καβαλλεῖτας· τῆς γοῦν Τελμησσεῖος ἀκρας ὑπέρκειται λόφος καὶ καλεῖται Σόλυμος, καὶ αὐτοὶ δ' οἱ Τελμησσεῖς Σόλυμοι καλοῦνται. Πλησίον δ' ἐστὶ καὶ ὁ Βελλεροφόντου χεράξ καὶ ὁ Πεισάνδρου τάφος τοῦ υἱοῦ, πεσόντος ἐν τῇ πρὸς Σολύμους μάχῃ· «μαρνώμενον Σολύμοισι κατέκτανεν. »79. Ὅτι ἡ Κιβυρατικὴ ἐν ταῖς μεγίσταις ἐξετάζεται διοικήσει τῆς Ἀσίας· τέτταρας δὲ γλώττας ἔχουσι οἱ Κιβύρται, Πισιδική, Σολύμων, Ἑλλήνων, Λυδῶν.