Ancient Greek
695.7
TIMOTHEUS, timotheus_defluviis_ggm2 695.7
Unproofread scanNot analysed yet
32. “Ὅτι Ἐκατόμνη τοῦ Καρῶν βασιλέως ἦσαν υἱοὶ γ’, Μαυσωλὸς καὶ Ἰδριεύς καὶ Πιθώδαρος, καὶ θυγατέρες δύο, ὧν τῇ πρεσβυτέρᾳ Ἄρτεμισίᾳ Μαυσωλὸς συ-νῆψατο, τῇ δὲ Ἄδᾳ ὁ δεύτερος ἀδελφὸς Ἰδριεύς. Μετὰ δὲ θάνατον Μαυσώλου Ἄρτεμισία ἤρξε, ἐκείνης δ’ ἀποθανούσης, Ἰδριεύς, ἣν διεδέξατο Ἄδᾳ ἡ ἀδελφὴ καὶ γυνή. Ὁ δὲ Πιθώδαρος μηδίσας καὶ προσλαβὼν σατράπην κοινωνὸν τῆς ἀρχῆς παρὰ Περσῶν ἐξέβαλε τὴν Ἄδαν· ἐλθόντος δὲ τοῦ Ἀλεξάνδρου, κατέφυγε πρὸς αὐτὸν ἡ Ἄδᾳ καὶ υἱὸν θετὸν ἐποίησε καὶ κληρονόμον καὶ οὕτως τὴν Καρῶν ἀρχὴν ἀνέλαβεν.