Ancient Greek
696.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 696.2
Unproofread scanNot analysed yet
ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΕ. 1. Ὅτι ἡ Ἰνδικὴ σχῆμα ἔχει ῥομβοειδές· ἥς τὸ μὲν βόρειον πλευρὸν ὁ Καύκασός ἐστι· τὸ δρὸς ἀπὸ τῆς Ἀρείας ἀρχάμενον ἕως τοῦ ἀνατολικωτάτου πέρατος, ὅπερ δρὸς διορίζει Σάκας τε καὶ Σκύθας καὶ Σέρας πρὸς βορρᾶν, Ἰνδούς δὲ πρὸς νότον· τὸ δὲ δυτικὸν πλευρὸν ὁ Ἰνδὸς ἐστι ποταμός, ῥέων ἐκ τοῦ Καυκάσου πρὸς δυσμὰς χειμερινάς· τὸ δὲ νότιον καὶ ἀνατολικὸν ἡ Ἐρυθρὰ ἐστι θάλασσα.