Ancient Greek
698.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 698.6
Unproofread scanNot analysed yet
21. Ὅτι τὸ τῶν ’Ινδῶν πλῆθος εἰς ζ’ μέρη διήρηται· ὧν πρῶτοι μὲν οἱ φιλόσοφοι, ἐντιμότατοι καὶ ὀλίγιστοι. Χρῶνται δ’ αὐτοῖς δημοσία τε καὶ ἰδία, θύοντες τε καὶ ἐναγίζοντες καὶ μαντευόμενοι· ὅς δ’ ἂν τρίς μαντευσάμενος ἀστοχήσῃ, ἀναγκαζεται διὰ βίου σιγᾶν, ὁ δὲ κατορθώσας ἀτελὴς καὶ ἀφορος γίνεται. Δεύτεροι δ’ οἱ γεωργοί, πλείστοι τε ὄντες καὶ ἐπίσειχεῖς διὰ τὸ μὴ στρατεύεσθαι· ἐστι δ’ ἡ γῆ πᾶσα βασιλική, μισθοῦ δ’ αὐτὴν ἐπὶ τετάρταις ἐργάζονται τῶν καρπῶν. Γρίτοι δ’ οἱ ποιμένες καὶ θηρευταί, οἷς μόνοις ἐξεστὶ θηρεύειν καὶ θρεμματοτροφεῖν, σκηνοῦντες καὶ μεταναστάται. Οἱ δ’ ἐλέφαντες ἵππων κατὰ γαστρὸς φέρονται, παρὰ δὲ τῇ μητρὶ ζ’ ἔτη τρέφονται, ζῶσι δ’ ἑτη πλείω τῶν σ’. Τῶν δὲ Λιβυκῶν οἱ ’Ινδικοὶ μειζόνες τε εἰσὶ καὶ ῥωμαλωτέροι· ταῖς γοῦν προβοσχίσιν ἐπάλλειν καθαροῦσι καὶ δένδρα ἀνασκῶσι πρὸρρίζα, διανιστάμενοι εἰς τοὺς ὀπισθίους πόδας. Τοσσούτων δ’ εἰσὶν εὐτιθάσσευτοι καὶ θυμόσοφοι, ὥστε καὶ λιθάζειν μανθάνουσι καὶ ὅπλοις χρήσθαι καὶ νεῖν. Οἱ δὲ χρυσοφόροι μύρμηκες, ὥσπερ οἱ ἀσκάλακες, δρύττουσι τὴν γῆν, χρυσίτην οὕσαν, ἣν οἱ ’Ινδοὶ σοφίσμασί τισιν ὑποκλέπτουσι· φοβοῦνται γάρ, μὴ ληφθέντες ὑπὸ τῶν μυρμήκων ἀπόλωνται· καὶ γὰρ μέγεθος μὲν ἔχουσιν ὑπὲρ ἀλώπεχα, τάχος δ’ ὑπὲρ