Ancient Greek
699.7 to 701.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 699.7-701.2
Unproofread scanNot analysed yet
27. "Οτι Ἰνδοὶ νομίζουσι τὸν μὲν ἐνθάδε βίον ὡς ἄν ἀχαλὴ κυομένων εἶναι, τὸν δὲ θάνατον γένεσιν εἰς τὸν ὅντως βίον τὸν εὐδαίμονα τοῖς φιλοσοφήσασιν· τὸν δὲ κόσμον γεννητὸν καὶ φθαρτὸν φασι καὶ σφαιρωδεῖν, καὶ ὅτι ὁ ποιήσας καὶ διοικών αὐτὸν θεὸς δι' ὅλου διαπεποίηκεν αὐτόν, καὶ ὅτι αἱ ψυχαὶ ἀθάνατοι εἰσι, καὶ τὰ ὑπὸ γῆν δικαστήρια. 28. "Οτι οἱ Γερμᾶνες τὸ πολιτικὸν τῆς φιλοσοφίας μετέχοντα· τῇ δὲ ἰατρικῇ χρῶνται, οὐ τῇ διὰ φαρμάκων, ἀλλὰ τῇ διὰ διαίτης τὸ πλέον· καὶ τῶν φαρμάκων τὰ ἐπιπλαστὰ καὶ ἐπὶ γλωττα εὐδοκιμοῦν. 29. "Οτι πάντες Ἰνδῶν οἱ σοφοὶ καρτερίας ἀκούσι, τὴν τ' ἐν τοῖς πόνοις καὶ τὴν ἐν ταῖς ἐπιμοίαις, ὥστ' ἐφ' ἕνος σχήματος ἀκίνητον διατελεῖσαι τὴν ἡμέραν ὅλην. 38. Ὅτι ἄλλα πολυτεχνίας Πέρσαι πρότιθέασιν. 4. Ὅτι ἀπέχει Βαβυλὼν τῆς Σελευχείας τῆς ἐν Μεσοποταμίᾳ στάδια ς'. Καὶ ἐστι νῦν ἔρημος μὲν ἡ Βαβυλὼν, ἀνώνυμος δὲ ἡ Σελεύχεια· ὥστε τὸ τοῦ κομμικοῦ ἐστὶν ἐπ' αὐτῇ εἰπεῖν, ὅπερ ἐκεῖνος περὶ τῆς Μεγάλης πόλεως· ἡ ἔρημία μεγάλη ἐστὶν ἡ μεγάλη πόλις. »5. Ὅτι περὶ πόλιν Ἀρβηλα τῆς Ἀσσυρίας γέγονεν ἡ μεγάλη μάχη καὶ τελευταία Ἀλεξάνδρῳ πρὸς Δαρείῳ, περὶ Γαυγάμηλα κώμην· πλησίον δὲ καὶ ποταμὸς Λύκος καὶ πόλις Δημητριάς καὶ ἡ τοῦ νάφθα πηγὴ καὶ τὰ πυρά. 6. Ὅτι ἀπὸ τῆς θαλάσσης ἀναπλέεται ὁ μὲν Τίγρις ἕως Ὀπίδος καὶ Σελευχείας, ὁ δὲ Εὐφράτης ἕως Βαβυλῶνος στάδια χ. 7. Ὅτι ἡ περὶ τὸν Εὐφράτην ποταμὸν χώρα φέρει κριθὰς ὑπὲρ τὰ τριακόσια. Ἐκ δὲ τοῦ φοίνιχος αὐτοῦ γίνεταί οἶνος καὶ ἕξος καὶ μέλι καὶ ἄλφιτα· καὶ τοῖς τῶν φοινίκων πυρήσι χρῶνται οἱ χαλκεῖς ἀντὶ ἀνθράκων. Βρεχόμενοι δὲ τοῖς σιτίζομένοις προβάτοις καὶ βουσί τροφὴ γίνονται. Φασὶ δὲ καὶ Περσικὴν 39. Ὅτι Πέρσαι μεθῶντες βουλεύονται περὶ τῶν μεγίστων καὶ ἡγοῦνται ταῦτα βεβαιότερα τῶν ἐν νήψει. 40. Ὅτι πρῶτος Δαρεῖος ὁ μαχρόχειρ φόρους ἔταξε φέρειν πρὸ γὰρ αὐτοῦ, ἐξ ὧν ἑκάστη χώρα ἔφερεν, ἐτελεῖτο, οἷον σῖτος, ἵπποι.