Ancient Greek
702.11
TIMOTHEUS, timotheus_defluviis_ggm2 702.11
Unproofread scanNot analysed yet
17 Ὅτι μεταξὺ Εὐφράτου καὶ Τίγριδος ῥεῖ καὶ ἄλλος ποταμὸς Βασιλεὺς καλούμενος· καὶ περὶ τὴν Ἀνθεμουσίαν ἄλλος Ἄβορας ποταμός. 18 Ὅτι τὴν Συρίαν ὁρίζει πρὸς ἄρκτους μὲν ἡ Κιλικία καὶ τὸ Ἄμανον ὄρος, τὸ δὲ πλάτος ἀπὸ θα-λάσσης ἐπὶ τὸν Εὐφράτην· εἰσὶ δὲ ἀπὸ τοῦ Ἰσσοῦ κόλπου μέχρι τοῦ κατὰ Κομμαγηνὴν ζεύγματος οἱ τὸ λεχθέν πλευρὸν ἀφορίζοντες [οὐκ] ἐλάττους τῶν υ' στα-δίων· πρὸς δὲ τῷ Εὐφράτῃ καὶ τοῖς ἔντος τού· Εὐ-φράτου Σκηνοταῖς Ἄραφη, πρὸς δὲ νότον τῇ εὐδαίμονι Ἄραβίᾳ καὶ τῇ Αἰγύπτῳ, πρὸς δύσιν δὲ τῷ Αἰγυπτίῳ τε καὶ Συριακῷ πελάγει μέχρι Ἰσσοῦ. Μέρη δ' αὐτῆς ἀπὸ τοῦ Ἄμανου ὄρους Κομμαγηνή, Σελεύκεια, Κοίλη [Συρία], Φοινίκη, Ἰουδαία καὶ αἱ λοιπαὶ ἐπαρχίαι.