Ancient Greek
710.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 710.1
Unproofread scanNot analysed yet
μαντικὴ καθόλου καὶ τὰ χρηστήρια· νῦν δ' ὀλιγωρία πολλὴ κατέχει, τῶν Ῥωμαίων ἀρχομένων τοῖς Σιβύλλης χρησμοῖς καὶ τοῖς Τυρρηνικοῖς θεοπροπίοις διὰ τε σπλάγχνων καὶ ὀρνιθείας καὶ διοσμίων. Διόπερ καὶ τὸ ἐν Ἀμμωνι ἐκλείπει χρηστήριον, πρότερον δ' ἐτετίμητο· ἔνθα καὶ Ἀλέξανδρος ἀνελθὼν ἐχρηστηρίδατο· καὶ [εἶναι] οὐχ ὥσπερ ἐν Δελφοῖς καὶ Βραγχίσι τὰς ἀποθετήσεις διὰ λόγων, ἀλλὰ νεύμασι καὶ συμβολοῖς τὸ πλέον· ὡς καὶ παρ' Ὁμήρῳ «ἦ, καὶ κωνήσιν ἐπ' ὀφρύσι, »τοῦ προφήτου τὸν Δία ὑποκριναμένου. Τοῦτο μέντοι ὅντως εἰπεῖν τὸν προφήτην φασὶ πρὸς τὸν βασιλέα, ὅτι εἴη Διὸς υἱός.