Ancient Greek
711.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 711.5
Unproofread scanNot analysed yet
45. Ὅτι Αἰθίοπες νομίζουσι θεὸν εἶναι, τὸν μὲν ἀθάνατον, τὸν δὲ θνητόν· τούτων δὲ τὸν μὲν αἴτιον τῶν πάντων, τὸν δὲ θνητὸν ἀνώνυμόν τινα καὶ οὐ σαφῆ. Τοὺς δ’ εὐεργέτας καὶ βασιλεῖς θεοὺς νομίζουσι, καὶ τούτων τοὺς μὲν βασιλεῖς κοινούς, τοὺς δὲ ἰδίωτας ἰδίως τοῖς ἐν παθούσιν ὑπ’ αὐτῶν. Πρὸς δὲ τῇ διακεκαυμένῃ τινὲς καὶ ἀθεοί εἰσιν· οὓς γε καὶ τὸν Ἡλίον φασὶ βλασφημοῦντας κακῶς λέγειν, ἐπειδὰν ἀνίσχοντα ἴδωσι, ὡς καίοντα καὶ πολεμοῦντα αὐτοῖς. Οἱ δ’ ἐν Μερὼ καὶ Ἡρακλῆ καὶ Πάνα καὶ Ἰσὶν σέβονται, πρὸς δὲ τινὶ βαρβαρικῷ θεῷ· καὶ βασιλέας καθιστᾶσι τοὺς κάλλει διαφέροντας ἢ ἀρετῇ κτηνοτροφίας ἢ ἀνδρείας ἢ πλοῦτου.