Ancient Greek
712.3 to 712.9
TIMOTHEUS, timotheus_defluviis_ggm2 712.3-9
Unproofread scanNot analysed yet
50. Ὅτι κατὰ Στράβωνα τὸ τῆς Λιβύης σχῆμα τριγωνὸν ἐστιν ὀρθογώνιον· ὃ ἡ μὲν μία τῶν περὶ τὴν ὁρὴν ὁ Νεῖλος ποταμὸς ἐστιν, ἡ δ’ ἑτέρα ἡ καθ’ ἡμᾶς παραλία ἀπὸ Πηλουσίου μέχρι Γαδείρων, ἡ δ’ ὑποτείνουσα τὴν ὁρὴν ἡ ἀπὸ Γαδείρων παρακειμένη μέχρι τῶν τοῦ Νείλου πηγῶν. Ταῦτα δὲ Πτολεμαῖος ἤλεγξε ψευδῆ ὄντα. 51. Ὅτι τὸ ἐν Μαυριτανίᾳ ὄρος, τὸν Ἄτλαντα Ἕλληνιστὶ καλούμενον, οἱ βάρβαροι Δύριν καλοῦσιν. 52. Ὅτι τὸ βορειότατον καὶ δυσμικώτατον ἄκρον τῆς Λιβύης Κώτης καλεῖται· ἀντίκειται δὲ τοῖς Γαδείροις. 53. Ὅτι ἡ Μαυριτανία ἐκαστέρα εὐφρονωτάτη ἐστὶ καὶ σὺν εὐδαιμονίᾳ οἰκεῖται· καὶ οἱ ποταμοὶ αὐτῆς κροκοδείλους φέρουσιν. Ἐν τινὶ δὲ ποταμῷ γεννώται βδέλλαι ἐπταπήχεις, κατατετρημέναι ἔχουσαι τὰ βρόγχεια, δι’ ὧν ἀναπνεοῦσι, καὶ ἀμπελοὶ φύονται ἐκεῖσε, δυσὶν ἀνδράσι τὸ πᾶχος δυσπεριληπτοὶ, βότρυς πηχυαίους πως ἀποδιδοῦσαι. 54. Ὅτι ἐν Λιβύῃ καὶ Ἰνδίᾳ γίνεται κάλαμος, ὥστε τὸ ἐν γόνῳ χωρεῖ κηδίνους ἡ’, καὶ ἄλλαι βοτάναι. 55. Ὅτι οἱ Μαυρούσιοι ἐπιμελοῦνται μάλιστα κόσμου τριχῶν καὶ δυνχιῶν καὶ πωγωνίων καὶ τῶν τοιούτων. 56. Ὅτι οἱ Λίβυες δέρμασιν ὀφεων καὶ ἰχθύων ἀμπεχόμενοι καὶ στρώμασι χρῶνται. δστράκια καὶ χηραμῦδες καὶ τοιαῦτα, ὅς καὶ ἐν Ἀμμωνος.