Ancient Greek
718.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 718.4
Unproofread scanNot analysed yet
4. Γεννᾶται δὲ καὶ ἐν τῷ Παγγαίῳ ὄρει βοτάνη κιθάρα καλουμένη διὰ ταύτην τὴν αἰτίαν. [Αἱ] διασπαράξαναι τὸν Ὀρφέα τὰ μέλη τοῦ προειρημένου εἰς ποταμὸν Ἔβρον· καὶ ἡ μὲν κεφαλὴ τοῦ θνητοῦ κατὰ πρόνοιαν θεῶν εἰς δράκοντα μετέβαλεν τὴν μορφήν (τοῦ σώματος)· ἡ δὲ λύρα κατηστερίσθη κατὰ προαίρεσιν Ἀπόλλωνος· ἐκ δὲ τοῦ ρέοντος αἵματος ἀνεφάνη βοτάνη κιθάρα καλουμένη. Τῶν δὲ Διονυσίων τελουμένων αὐτὴ κιθάρας ἀναθῴδισιν ἤχον· οἱ δ’ ἀγρώριοι νεβρίδας περιβεβλημένοι καὶ θύρσους κρατούντες ὕμνον ἤδουν·