Ancient Greek
722.4 to 723.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 722.4-723.2
Unproofread scanNot analysed yet
2. Γεννᾶται δ᾽ ἐν αὐτῷ ψῦγμα Δαρείου χρυσίου καταφερόμενον εἰς τὸν εὐδαίμονα κόλπον. 3. Γεννᾶται δ᾽ ἐν αὐτῷ καὶ λίθος ἀρουραφύλαξ* καλούμενος· ἐστὶ δὲ ἀργύρῳ παρόμοιος· εὑρίσκεται δὲ δυσχερῶς τῷ καταφερομένῳ ψήματι συναναμιγνύμε-νος· ἔχει δὲ δύναμιν τοιαύτην. Οἱ ἐν ἰξοχῇ τυγ-χάνοντες τῶν Λυδῶν συναγοράζουσιν αὐτὸν καὶ πρὸ τῆς εἰσόδου τῶν θησαυρῶν τιθέασιν, καὶ διαφυλάττουσιν ἀκινδύνως τὸν διατιθέμενον χρυσόν. Ὀσάκις γὰρ ἂν φύρας ἐπέλθωσι, σάλπιγγος ἦχον ἀναδιδῶσιν ὁ λίθος. Οἱ δὲ, ὡς ὑπὸ δορυφόρων διωκόμενοι, κατὰ κρημνῶν φέρονται. Καὶ καλεῖται ὁ τόπος τῶν βιασθαντησάντων Παστωλὸν φρουρά. 4 Γεννᾶται δὲ [ἐν αὐτῷ καὶ] βοτάνη πορφυρανθεμος, καλουμένη χρυσοπολὴν· πρὸς αὐτὴν γὰρ αἱ ἀστυγείτονες πόλεις τὸν ἀκέριον χρυσὸν δοκιμάζουσιν. Ἄμα γὰρ αὐτὸν γωνευθῆναι βάπτουσι τὴν βοτάνην· καὶ ἐὰν μὲν ἀνόθευτον τὸ χρυσὸν ἦ, τὰ φύλλα χρυσοῦται· ἐὰν δ’ ἐφθαρμένον ὑπάρχη, τὴν ἠλλαγμένην ἰγρᾶσίαν ἀποπτύει, καὶ διατηρεῖ τῆς ὕλης τὴν οὐσίαν, καθὼς ἱστορεῖ Χρύσερμος ἐν γ περὶ Ποταμῶν.