Ancient Greek
724.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 724.4
Unproofread scanNot analysed yet
3. Παράκειται δὲ αὐτῷ ὄρος Μύηνον καλούμενον ἀπὸ Μύηνου, τοῦ Τελέστορος καὶ Ἀλφεισιβοίας παῖδος. Οὗτος γὰρ ὑπὸ τῆς μητρὸς φιλούμενος καὶ μὴ θέλων μιάνειν τὴν κοίτην τοῦ γεννήσαντος, εἰς Ἄλφιον ὄρος ἀνεχώρησεν. Τελέστορ δὲ τῷ ζῆλῳ τῆς γυναικὸς συσσηματισθεὶς, [εἰς] τὴν ἐρημίαν μετὰ τῶν δρυφόρων κατὰ τοῦ τέκνου ληψόμενος ἐδίωκεν. Μύηνος δὲ φθάσας τῷ πατρὸς τὰς ἀπειλὰς κατεκρήμνισεν ἑαυτόν. Τὸ δ᾽ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπ᾽ αὐτοῦ Μύηνον μετωνομάσθη.