Ancient Greek
727.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 727.3
Unproofread scanNot analysed yet
XI ΣΤΡΥΜΩΝ. 1. Στρυμὼν ποταμὸς ἐστὶ τῆς Θράκης κατὰ πολιν 'Ὁδωνίδα· προσῃγορεύετο δὲ πρότερον Παλαιστίνος ἀπὸ Παλαίστινου τοῦ Ποσειδῶνος. Οὗτος γὰρ πρὸς τοὺς ἀσυγγείτονας ἔχων πόλεμον καὶ εἰς ἀδιέξοδον ἐμπεσὼν τὸν υἱὸν Ἀλιάχμονα στρατηγὸν ἐπέμφεν· δὲ προπετέστερον μαχομένους ἀνηρέθη. Περί δὲ τῶν συμβεβηκότων ἀκούσας Παλαίστινος καὶ λαβὼν τοὺς δορυφόρους, διὰ λύπης ὑπαρβολὴν ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Κόνωχον, ὃς ἀπ' αὐτοῦ Παλαίστινος ὠνομάσθη. Στρυμὼν δὲ, Ἄρεως παῖς καὶ Ἥλικης, ἀκούσας περὶ τῆς Ῥήσου τελευτῆς καὶ ἀθυμίᾳ συσχεθεὶς ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Παλαίστινον, ὃς ἀπ' αὐτοῦ Στρυμὼν μετωνομάσθη.