Ancient Greek
729.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 729.5
Unproofread scanNot analysed yet
3. Παρακείται δ' αὐτῷ ὄρος Ἴδη, τὸ πρότερον δὲ ἐκαλεῖτο Γάργαρον, ὅπου Διὸς καὶ Μητρὸς θεῶν βωμοὶ τυγχάνουσιν. Ἴδη δὲ μετωνομάσθη δι' αἰτίαν τοιαύτην. Αἰγέσθιος, ὁ γεννηθεὶς ἐκ τοῦ Διὸς σποροῦ* κόρης Ἴδης ἐραστὴς συνῆλθε τῇ προειρημένῃ καὶ ἐγέννησεν ἐξ αὐτῆς τοὺς εἰρημένους Ἰδαίους Δακτύλους. Γενομένης δ' αὐτῆς ἄρρουνος ἐν τῷ τῆς Ῥέας ἀδύτῳ Αἰγέσθιος εἰς τιμὴν τῆς προειρημένης τὸ ὄρος Ἴδην μετωνόμασεν.