Ancient Greek
729.7
TIMOTHEUS, timotheus_defluviis_ggm2 729.7
Unproofread scanNot analysed yet
XIV. ΤΑΝΑΙΣ. 1. Τάναϊς ποταμὸς ἐστιν τῆς Σκυθίας· ἐκαλεῖτο δὲ πρότερον Ἀμαζόνιος διὰ τὸ τὰς Ἀμαζόνας λούεσθαι ἐν αὐτῷ· μετωνομάσθη δὲ δι' αἰτίαν τοιαύτην. Τάναϊς, Βηροσσῶ καὶ Λυσίππης μιᾶς τῶν Ἀμαζόνων παῖς, σωφρονέστατος ὑπάρχων, τὸ γυναικεῖον γένος ἐμίσει, μόνον Ἄρην σέβων, ἐν ἀτιμίᾳ δὲ ἔχεν καὶ τὸ γαμεῖν. Ἡ δ' Ἀφροδίτη ἐπιθυμίαν αὐτῷ τῆς μητρὸς ἐνέσκηψεν. Ὁ δὲ κατ' ἀρχὰς μὲν ἀντεμάχετο τῷ πά-θει· νικώμενος δὲ ὑπὸ τῆς ἀνάγκης τῶν ὀίστρων καὶ αὐσεβῆς διαμεῖναι βουλόμενος, ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀμαζόνιον ποταμόν, ὃς ἀπ' αὐτοῦ Τάναϊς μετωνομάσθη.