Ancient Greek
731.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 731.2
Unproofread scanNot analysed yet
1. Νεῖλος ποταμὸς ἐστὶ τῆς Αἰγύπτου κατὰ πόλιν Ἀλεξάνδρειαν. Ἐκάλειτο δὲ τὸ πρότερον Μέλας ἀπὸ Μέλανος τοῦ Ποσειδῶνος· ὕστερον δὲ Αἴγυπτος ἐπεκλήθη δι’ αἰτίαν τοιαύτην. Αἴγυπτος, Ἡραίστου καὶ Λευκίππης παῖς, βασιλεύς ὑπῆρχεν τῶν τόπων· δι’ ἐμφύλιον δὲ πόλεμον μὴ ἀναβαίνοντος τοῦ Νείλου καὶ λιμῷ συνεχωμένην τῶν ἐγχωρίων, ἔχρησεν ὁ Πύθιος τὴν εὐφορίαν, ἐὰν ὁ βασιλεὺς ἀποτρόπαιον θεοῖς τὴν θυγατέρα θύσῃ. Θλιβόμενος δὲ ὑπὸ τῶν κακῶν τύραννος τοῖς βωμοῖς Ἀγανίππην προσήγαγε. Τῆς δὲ διασπασθείσης ὁ Αἴγυπτος δι’ ὑπερβολὴν τῆς λύπης ἑαυτὸν ἔρωψεν εἰς ποταμὸν Μέλανα, ὃς ἀπ’ αὐτοῦ Αἴγυπτος μετωνομάσθη. Προσηγορεύθη δὲ Νεῖλος δι’ αἰτίαν τοιαύτην. Γαρμαθώνη, τῶν κατ’ Αἴγυπτον βασιλισσα τῶν, ἀποβαλοῦσα τὸν υἱὸν αὐτῆς Χρυσοχόαν, [ἐν] ἀκμῇ ἕρπλον, μετὰ τῶν οἰκετῶν ἐθρήνησε συμπαθῶς τὸν προειρημένον. Ἵσιδος δὲ αἰφνιδίως ἐπιφανείσης, τὴν λύπην πρὸς χαρὰν ὑπέρεθετο, καὶ προσκοπήτην χαρὰν σκηψαμένη τὴν θεὸν ὑπέδειξε φιλανθρώπως. Ἡ δὲ τὴν διάθεσιν τούτων ἀμείψασαι βουλομένη τῆς εὐσεβείας Ὀσιρὶδι παρεκέντυσεν, ὅπως ἀναγάγῃ τὸν υἱὸν αὐτῆς ἐκ τῶν καταχθονίων τόπων. Τοῦτο δὲ πας δεήσεως τῆς γυναικὸς συμπεριενεχθέντος, Κέρβερος, ὃν ἔνιοι καλοῦσιν Φοβερόν, ἑλάκτησεν· Νεῖλος δ’ ὁ τῆς Γαρμαθώνης ἀνὴρ αἰφνιδίως ἔνδοθεν γενόμενος, ἑαυτὸν ἔρωψεν εἰς ποταμὸν καλούμενον Αἴγυπτον, ὃς ἀπ’ αὐτοῦ Νεῖλος μετωνομάσθη.