Ancient Greek
732.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 732.2
Unproofread scanNot analysed yet
3. Παρακεῖται δὲ αὐτῷ ὄρος, Ἄργυλλον καλούμενον ἀπ’ αἰτίας τοιαύτης. Ζεὺς δι’ ἐρωτικὴν ἐπιθυμίαν ἐκ Λύκτου πόλεως Κρητικῆς Ἄργην νύμφην ἀρπάσας ἀπήνεγκεν εἰς ὄρος τῆς Αἰγύπτου, Ἄργυλλον καλούμενον· καὶ ἐγέννησεν ἐξ αὐτῆς υἱόν, καλούμενον Διόνυσον· ὃς ἀκμάσας εἰς τιμὴν τῆς μητρὸς τὸν λόφον Ἄργυλλον μετωνόμασεν· στρατολογήσας δὲ Πάνας καὶ Σατύρους [τοὺς] ἰδίους σάκπτροφς Ἰνδὸν ὑπέταξεν νικῶν· δὲ καὶ Ἰβηρίαν, Πάνα κατέλιπεν ἐπιμελητὴν τῶν τόπων, ὃς τὴν χώραν ἀπ’ αὐτοῦ Πανίαν μενονόμασεν· ἣν οἱ μεταγενέστεροι παραγώγως Σπανίαν προσηγόρευσαν, καθὼς ἱστορεῖ Σωσθένης ἐν τῇ Ἰβηρικῶν.