Ancient Greek
734.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 734.3
Unproofread scanNot analysed yet
3. Μυκήναι δὲ ἐκαλοῦντο τὸ πρότερον Ἄργιον ἀπὸ Ἄργου τοῦ πανόπτου· μετωνομάσθη δὲ Μυκήναι δι' αἰτίαν τοιαύτην. Περσεὺς Μέδουσας ἀποκτείναντος, Σθενὼ καὶ Εὐρύαλη ὡς τῆς προειρημένης ἀδελφαὶ τῆς πεφονευμένης τὸν ἐπίβουλον ἐπεδίωκον· γενόμενοι δὲ κατὰ τοῦτον τὸν λόφον καὶ ἀπελπίσασαι τῆς συλλήψεως, διὰ τὴν συμπάθειαν μυκηθμὸν ἀνέδωκαν· οἱ δ' ἐγχώριοι τὴν ἀκρώρειαν ἀπὸ τοῦ συγκυρήματος Μυ κήνας μετωνόμασαν, καθὼς ἱστορεῖ Κτησίας Ἐφέσιος ἐν α' Περσηίδος.