Ancient Greek
737.5 to 737.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 737.5-6
Unproofread scanNot analysed yet
2. Γεννᾶται δ' ἐν τῷ ποταμῷ μήκων, ἔχων ἀντὶ καρποῦ [πλῆθος] λιθαρίων· ἐκ τούτων μέλανά τινα τυγχάνει παρόμοια πυροῖς, ἅπερ οἱ Μυσοὶ δίπτουσιν εἰς ἡρωτριωμένην χώραν· κἂν μὲν ἀφορία μέλλη γίνεσθαι, [ἐμ]μένει τῷ τόπῳ τὸ βληθέν· ἐὰν δ' εὐκαρπίαν σημαίνῃ, τὰ λιθάρια δίκην ἀκρίδων ἀλεται. 3. Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη ἑλιφάρμακος καλουμένη, ἣν οἱ ἰατροὶ τοῖς αἱμορραγοῦσιν ἐπιτιθέασιν καὶ τῶν φλεβῶν μεσολαβοῦσιν τὴν ἔκρυσιν, καθὼς ἱστορεῖ Τιμαγόρας ἐν α' περὶ Ποταμῶν.