Ancient Greek
738.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 738.4
Unproofread scanNot analysed yet
1. Ἀχελῶος ποταμὸς ἐστὶ τῆς Αἰτωλίας· ἔκαλεῖτο δὲ πρότερον Θέστιος δι’ αἰτίαν τοιαύτην. Θέστιος, Ἄρεως καὶ Πεισιδίκης παῖς, διὰ τινὰ περίστασιν οἰκιανὴν ἀποδημήσας εἰς Σικῦνα καὶ ἰκανὸν χρόνον διατρίψας, ὑπέστρεψεν εἰς τὸ πατρῷον ἔδαφος· εὐρὼν δὲ τὸν υἱὸν Καλυδῶνα μετὰ τῆς μητρὸς ἀναπαυόμενον καὶ μοιχὸν εἶναι δόξας, κατ’ ἀγνοίαν ἐγνοικτόνησε· τῆς δὲ ἀναλπίστου πράξεως αὐτόπτης γενομένος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ἄζενον, ὃς ἀπ’ αὐτοῦ Θέστιος μετωνομάσθη. Προσηγορεύθη δὲ Ἀχελῶος ἀπὸ τοιαύτης αἰτίας. Ἀχελῶος, Ὠκεανοῦ καὶ Ναϊδος νύμφης παῖς, τῇ θυγατρὶ Κλητορίᾳ κατ’ ἀγνοίαν συνερχόμενος καὶ ἀθυμίᾳ συσχεθείς, ἑαυτὸν ἔβαλεν εἰς