Ancient Greek
740.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 740.3
Unproofread scanNot analysed yet
3. Καὶ λίθος δὲ [ἐν αὐτῷ] γεννᾶται σιχῶνος καλούμενος μαλάγχρος. Οὕτως ὅταν τις χρησμὸς ἀνθρωποκτόνος ἐκπίπτῃ, τοῖς βωμοῖς τῶν ἀποτροπαίων θεῶν διὰ δυοῖν ἐπιτίθεται παρθένων. Τοῦ δὲ ἱερέως αὐτοῦ τῇ μαχαίρᾳ θιγόντος, αἵματος ἔκχυσις γίνεται δαφιλῆς. Καὶ τούτῳ τῷ τρόπῳ τὴν δεισιδαιμονίαν τελέσαντες μετ’ ὁλολυγμῶν ἀναχωροῦσι, τὸν λίθον πρὸς τὸν ναὸν προσενέγκαντες, καθὼς ἱστορεῖ Δωρόθεος ὁ Χαλδαῖος ἐν β’ περὶ Λίθων.