Ancient Greek
503.3
Tlg1140, Fragmenta 503.3
Unproofread scanNot analysed yet
Ἐν γὰρ Σούσοις ἑκάστῳ τῶν βασιλέων ἐπὶ τῆς ἀκρας ἰδία πηποῖσθαι οἴκηνα καὶ θησαυροὺς καὶ παραθέσεις ὧν ἐπράττοντο φόρων, ὑπομνήματα τῆς οἰκονομίας· πράττεσθαι δ' ἐκ μὲν τῆς παραλίας ἀργύριον, ἐκ δὲ τῆς μεσογαίας, ὃ φέρει ἑκάστη γῆ, ὥστε καὶ χρώματα καὶ φάρμακα καὶ τρίχα ἐρέων, ἢ τι τοιούθ' ἕτερον, καὶ θρέμματα ὁμοίως. Τῶν δὲ διατάξαντα τοὺς φόρους Δαρείου εἶναι τὸν Μαχρόγειρα, κάλλιστον ἀνθρώπων, πλὴν τοῦ μῆκους τῶν βραχιόνων καὶ τῶν πηγῶν· ἀπτεσθαι γὰρ καὶ τῶν γονάτων· τὸ δὲ πλεῖστον καὶ χρυσὸν καὶ ἄργυρον ἐν κατασκευαῖς εἶναι, νομίμασι δὲ οὐ πολλῷ· πρὸς τε τὰς δωρεὰς ἐκεῖνα κεχρῃσμένν νομίζειν μᾶλλον, καὶ πρὸς κειμηλίων ἀπόθεσιν· τὸ δὲ νόμισμα τὸ πρὸς τὰς χρείας ἀρχοῦν ἱκανὸν εἶναι, κόπτιν δὲ πάλιν τὸ τοῖς ἀναλώμασι σύμμετρον.