Ancient Greek
513.2
Tlg1140, Fragmenta 513.2
Unproofread scanNot analysed yet
Dionys. Hal. De comp. verb. tom. V, p. 120 R. :Οὐς δὲ μὴ ἐγένετο πρόνοια τούτου τοῦ μέρους (aptae verborum compositionis ),οἱ μὲν ταπεινὰς, οἱ δὲ κατακελασμένας, οἱ δ’ ἄλλην τινὰ αἰσχύνην ἢ ἀμορφίαν ἔχούσας ἐξήνεγκαν τὰς γραφάς. Ἄν ἐστι πρῶτος καὶ τελευταῖος καὶ μέσος ὁ Μάγνης σοφιστὴς Ἥγησίας· ὑπὲρ σοῦ, μὲ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς ἅπαντας, οὐκ οἶδ’, ἐπὶ γρὴ λέγειν, πότερον τοσαύτη περὶ αὐτὸν ἡν ἀναίσθησία καὶ παχύτης, ὥστε μὴ συνορᾶν, οἷτινές εἰσιν εὐγενεῖς ἢ ἀγενεῖς βυθμοί, ἢ τοσαύτη θεοδλαβεία καὶ διαφθορὰ τῶν φρενῶν, ὥστε εἰδότα τοὺς κρείττους, ἐπειτα αἱρεῖσθαι τοὺς χειρόνους· ὁ καὶ μάλλον πείθομαι. Ἄγνοίας μὲν γὰρ ἐστὶ καὶ τὸ κατορθοῦν πολλαχοῦ· προνοίας δὲ τὸ μηδέποτε. Ἐν γοῦν τοσαύταις γραφαῖς, ἃς καταλλοιπεν ὁ ἀνήρ, μίαν οὐκ ἂν εὑροῖ τις σελίδα συγκειμένην εὐτυχῶς· ἄοικα δὲ ταῦτα ὑπολαβεῖν ἐκείνους κρείττους, καὶ μετὰ σπουδῆς αὐτὰ ποιεῖν, εἰς ἂ δι’ ἀνάγκην ἂν τις ἐμπέσων ἐν λόγῳ σχεδίῳ δι’ αἰσχύνης ἔθετο φρόνημα ἄγων ἀνήρ. Θέλω δὲ καὶ τούτου λέξιν ἐξ Ἱστορίας, ἵνα σοὶ γένηται ὁρλον ἐξ ἀντιπαραθέσεως, ὅσων μὲν ἀξίωσιν ἔχει τὸ εὐγενὲς ἐν βυθμοῖς, ὅσην δ’ αἰσχύνην τὸ ἀγενές. Τί δὲ ὁ λαμβάνει πρᾶγμα ὁ σοφιστής; τοιούδος. Ἀλέξανδρος πολιορκῶν Γάζαν, χωρίον τι τῆς Συρίας πᾶν ἰσχυρόν, τραυματίας τε γίνεταὶ κατὰ τὴν προσ-