Ancient Greek
489.1
Tlg1598, Fragmenta 489.1
Unproofread scanNot analysed yet
ΘΕΤΤΑΛΙΚΑ. Φιλόδῃμος ἐν τῷ Περὶ τῶν ἐν Ῥόδῳ Σμινθίων, πρεσβύτερος καὶ εὐδαίμων ἄνθρωπος εὐφυὴς τε περὶ ποίησιν ὢν, πάντα τὸν βίον ἐδῴουσίαζεν, ἐσθῆτά τε Διονυσιακὴν φορῶν, καὶ πολλοὺς τρέφων συμβάχχους. Ἐξῆγέ τε κῶμον ἀεὶ μεθ’ ἡμέραν καὶ νύκτωρ. Καὶ πρῶτος εὗρε τὴν διὰ τῶν συνθέτων ὀνομάτων ποίησιν, ἥ Ἀσωπόδωρος ὁ Φλιάσιος ὕστερον ἐχρήσατο ἐν τοῖς καταλογάδην ἰάμβοις. Οὕτος δὲ καὶ χωμωδίας ἐποίησεν, καὶ ἄλλα πολλά ἐν τούτῳ τῷ τρόπῳ τῶν ποιημάτων, ἃ ἐξῆρχε τοῖς μεθ’ αὐτοῦ φαλλοφοροῦσι.