Ancient Greek
503.1
Tlg2524, Fragmenta 503.1
Unproofread scanNot analysed yet
δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ἅγνιν τὸν καὶ αὐτὸν Φρύγα·] κρούματα δὲ Ὀλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μίξοφρύγιον καὶ μίξολύδιον Μαρσύαν τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας, καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα. Πέρσας τε πρώτους ἀκχόαμεν ἀπήγην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι, τοὺς τε Σιδωνίους τρίχωνπον ναῦν κατασκευεῦσαι. Σικελοὶ τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρώτοι φόρμιγγα εὑρόν οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν. Ἐπὶ τε Σεμίραμews βασιλέως Αἰγυπτίων (sic) τὰ βύσσινα ἱμάτια εὑρῆσθαι ἱστοροῦσιν. Καὶ πρώτην ἐπιστολὰς συντάξαι Ἄτοσσαν τὴν Περσῶν βασιλευσασάν φησιν Ἑλλάνικος.