Ancient Greek
154.4
Tlg2637, Fragmenta 154.4
Unproofread scanNot analysed yet
Malala p. 398, 11 ed. Bonn. Ἐπὶ δὲ τῆς αὐτοῦ (Ἀναστασίου) βασιλείας παρελήφθη Ἀμίδα, μητρόπολις ὀχυρὰ πᾶν τῆς Μεσοποταμίας, καὶ Θεοδοσιούπολις, πολέμῳ ληφθεῖσα ὑπὸ Κωάδου, βασιλέως Περσῶν, ἐπελθόντος τοῦ βασιλέως μετὰ δυνάμεως πολλῆς. Ἐλαβε δὲ παραληπτους ὁ αὐτὸς βασιλεὺς Περσῶν Κωνσταντίνων, στρατηγὸν Ῥωμαίων δυνατὸν, φυλάττοντα τὴν αὐτὴν Θεοδοσιούπολιν, καὶ ἄλλους δὲ πολλούς· οἵτινες καὶ ἐτελεύτησαν ἐν τοῖς Περσικοῖς μέρεσι. Καὶ ἐπεστράτευσε κατὰ Περσῶν δ. αὐτὸς Ἀναστάσιος βασιλεὺς, πέμψας Ἀρεοβίνδων τὸν Ἀγαλαΐφου υἱόν, στρατηλάτην ἀνατολῆς, τὸν ἄνδρα Ἰουλιανὸν, καὶ Πατρίκιον, στρατηλάτην τοῦ μεγάλου πρασιέντου, καὶ Ὑπάτην, στρατηλάτην πρασιέντου, τὸν υἱὸν Σεκουνδίνου τοῦ πατρικίου, καὶ τὸν πατρικίων Ἀππίονα, ποιήσας αὐτὸν ἐπαρχον τῶν πραιτωρίων ἀνατολῆς, καὶ πλήθος ἀπειρον στρατιᾶς μετ᾽ αὐτῶν πεζικῆς καὶ ἱππικῆς δυνάμεως. Καὶ συνέβαλον μετ᾽ ἀλλήλων τὰ ἄμφότερα τάγματα, καὶ ἐσφάγησαν πολλοὶ καὶ ἔπεσον ἐξ ἀμφοτέρων τῶν μερῶν. Περί οὖ πολέμου Εὐστάθιος ὁ σοφώτατος χρονογράφος συνεγράφατο· ὅστις καὶ εὐθέως ἐτελεύτησε, μήτε εἰς τέλειον τὴν ἔκθεσιν αὐτοῦ συντάξας.