Ancient Greek
45.1
Tlg4075, Vita Procli 45.1
Unproofread scanNot analysed yet
νομίζας γοῦν ὁ Ἀριςτον μίαν εἶναι τῆς ψυχῆς δύναμιν, ἡ λογιζόμεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς, ἐθετο μίαν ἐπιστήμην ἀγαθῶν καὶ κακῶν. ὅταν μὲν οὖν αἱρεῖσθαι τε δὴ τὰ ἀγαθὰ καὶ φεύγειν τὰ κακά, τὴν ἐπιστήμην τήνδε καλεῖ σωφροσύνην· ὅταν δὲ πράττειν μὲν τἀγαθὰ, μὴ πράττειν δὲ τὰ κακά, φρόνησιν· ἀνδρείαν δ', ὅταν τὰ μὲν θαρρῆ, τὰ δὲ φεύγῃ· ὅταν δὲ τὸ κατ' ἀξίαν ἑκάστῳ νέμῃ, δικαιοσύνην· ἐνὶ δὲ λόγῳ γινώσκουσα μὲν ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθὰ τε καὶ κακὰ σοφία τ' ἐστὶ καὶ ἐπιστήμη, πρὸς δὲ τὰς τάξεις ἀριθμουμένη τὰς κατὰ τὸν βίον, ὀνόματα πλεῖω λαμβάνει τὰ προειρημένα, φρόνησις τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καλουμένη.