Ancient Greek
52.1
Tlg4075, Vita Procli 52.1
Unproofread scanNot analysed yet
Τριτὴ ἡ ἀληθινὴ κάθαρσις τῆς ψυχῆς, ἡ μὲν διὰ τελειότητος, περὶ ἧς ὁ ἐν Φαίδρῳ Σωκράτης λέγει· ἡ δὲ διὰ φιλοσοφίας, περὶ ἧς ὁ ἐν Φαίδωνι λέλεκται πολλά. Καὶ γὰρ ἡ φρόνησις ἐκεῖ καὶ ἑκάστη τῶν ἄλλων ἀρετῶν κάθαρμός τις ἐπωνόμασται. Ἡ δὲ διὰ τῆς ἐπιστήμης ταύτης τῆς διαλεκτικῆς εἰς ἀντίρρασιν περιάγουσα καὶ τὴν ἀνωμαλίαν ἀπελέγχουσα τῶν δογμάτων, καὶ τῆς διπλῆς ἡμᾶς ἀγνοίας ἀπαλλάττουσα. τὴν ἑαυτοῦ λογικὴν ζωὴν ὑπερτρέχων, καὶ ὅλος εἶναι βουλόμενος τῶν κριμένων. Καὶ ἄλλως ἀναγκαῖον, τοὺς τῶν θείων ἀξιοῦντας μεταποιεῖσθαι δικαίων τὰ ἀνθρώπινα πρότερον ἐκπληρώσαι. Πολλὴ γὰρ εὐήθεια τῶν μειζόνων ὑπολαμβάνειν ἐφίξεσθαι, ἀδυνατοῦντας τῶν ἐλαττόνων περιγίνεσθαι. τὸν γὰρ πρακτικὸν τοῦ θεωρητικοῦ βίου δεῖ προαγώνια τινα ἀγῶνος τελειοτέρου