Ancient Greek
62.3 to 62.4
Tlg4075, Vita Procli 62.3-4
Unproofread scanNot analysed yet
p. 21. τις εἶπε τῶν συμφοιτητῶν, Οὐλπικανὸς ὁ Γαζαῖος, ἀνὴρ καὶ οὕτος τὴν ζωὴν ἰκανῶς φιλοσόφησας. Καὶ αὐτὰ δὲ τὰ Ἀριστοτέλους λογικὰ συγγράμματα ὅσστα ἐξεμάνθανε, καίτοι χαλεπὰ ὄντα τοῖς ἐντυχάνουσι, καὶ πρὸς μόνην ψιλὴν ἀνάγνωσιν. Τούτοις οὖν ἐν Ἀλεξανδρείᾳ συσχολάσας, καὶ καθόσον αὐτοὶ δυνάμεως εἶχον, τῆς συνοῦσίας αὐτῶν ἀπονάμενος, ἐπειδὴ, ἐν τῇ συναγωγῶσει τινός, ἔδοξεν αὐτῷ οὐχέτι ἀξίως τῆς τοῦ φιλοσόφου διανοίας φέρεσθαι ἐν ταῖς ἐξηγήσεσιν, ὑπεριδὼν ἐκείνων τῶν διδασκαλείων, ἅμα δὲ καὶ μεμνημένος τῆς ἐν τῷ Βυζαντίῳ Θείας ὁψιως καὶ παρακλελεύσεως, ἐπὶ τὰς Ἀθῆνας ἀνῆγετο σύν