Ancient Greek
63.1
Tlg4075, Vita Procli 63.1
Unproofread scanNot analysed yet
λιτηρ· Λύκιος γὰρ καὶ ὁ Νικόλαος. Ἦγεν οὖν αὐτὸν ἐπὶ τὴν πόλιν. Ὁ δὲ ἐκ τοῦ βαδίζειν κόπον ἠθέτο κατὰ τὴν ὁδόν, καὶ περὶ τὸ Σωκρατεῖον, οὕπω εἰδὼς οὐδὲ ἀκηκώς ὅτι Σωκράτους αὐτοῦ πον ἐγίνοντο τιμαί, ἤξιον δὴ τὸν Νικόλαον ἐπιμενέιν τε αὐτοῦτι βραχὺ καὶ καθῑζεσθαι, ἅμα δὲ καὶ εἰ ἔχοι ποθὲν ὕδωρ, αὐτῷ πορίσασθαι· καὶ γὰρ δίψει πολλῷ, ὡς ἔλεγε, κατεῖχετο. Ὁ δὲ ἐτοίμως αὐτῷ, καὶ τοῦτο οὐκ ἀλλαχοῦθὲν ποθὲν, ἐξ αὐτοῦ δὲ ἐκεῖνου τοῦ ἱεροῦ χωρίου ἐποίησε φέρεσθαι· οὐδὲ γὰρ πρὸςφω ἦν ἡ πηγὴ τῆς Σωκράτους στήλης. Πίνοντι δὲ αὐτῷ, σύμβολον ὁ Νικόλαος, καὶ τότε πρῶτον ἐπιστήσας, εἶπεν, ὡς τῷ Σωκρατείῳ εἴη ἐνδρωθεὶς, καὶ πρῶτον ἐκεῖθεν Ἀττικὸν ὕδωρ πιών. Ὁ δὲ ἐξεναστὰς καὶ προσκυνήσας, ἐπὶ τὴν πόλιν ἐπορεύετο. Ἀναβάντι δὲ αὐτῷ καὶ εἰς τὴν ἀκρὰν, περιτυγχάνει ὁ Θουρίος πρὸς τὴν εἴσοδον, ἥδη τὰς κλεῖς ἐπιτιθέναι μέλλων ταῖς θύραις, ὥστε καὶ εἰπεῖν πρὸς αὐτόν (ἐπ’ αὐτῶν δὲ ἔρω τῶν τοῦ ἀνθρώπιον ὀργμάτων)· „Ἀληθῶς, εἰ μὴ ἠλθες, ἐκλείων. “Καὶ τίς ἂν ἐγένετο σύμβολος τούτου σαφέστερος, καὶ οὐδὲ Πόλλητος ἢ Μελάμπωδος ἢ τῶν ὁμοίων εἰς κρίσιν δεόμενος;