Ancient Greek
71.1
Tlg4075, Vita Procli 71.1
Unproofread scanNot analysed yet
καὶ τῶν Ὀφρικῶν ἐπὼν τὰ πλεῖστα· καὶ γὰρ ταῦτά ἐστιν ὅτε παρόντες ἀνεγνώσχομεν. Καὶ οὐχὶ πρὸς μόνα τὰ σωματικὰ πάθη οὕτως ἀπαθῶς διέκειτο, ἀλλ' ἐπὶ μειζόνως, · καὶ πρὸς τὰ ἐξωθεν περιστατικῶς ἐπισυμβαίνον- p. 50. τα, καὶ τὰ δοκοῦντα παθολόγως γίγνεσθαι· ὥστε καὶ λέγειν ἐφ' ἑκάστους τῶν συμπεπτωκότων· „Ταῦτα τοιαῦτ' ἦστι, ταῦτα εἰωθότα ἐστίν. “Ὦπερ ἐμοὶ ἐδόκει ἀπὸ φθέγματος μνήμης ἀξίων εἶναι, καὶ τῆς τοῦ φιλοσόφου μεγαλοψυχίας ἰκανὸν τεκμήριον. Καὶ τὸν θυμὸν δέ, καθ' ὅσον οἷόν τε ἦν, ἐκόλαζεν, ὥστε ἡ μὴ κινεῖσθαι τὸ παράπαν, ἢ μὴ τὴν λογικὴν εἶναι ψυχήν τὴν συνορθομεμένην, ἕτερον δὲ εἶναι τὸ ἀπροαιρέτον, καὶ τοῦτο δὲ ὀλίγον καὶ ἀσθενές. Ἀφροδισίων δὲ αὐτῷ φαντασιῶν μετήν, ὅσον οἷμαι μέχρι φαντασίας χωρεῖν, προπλετοὺς καὶ ταύτης.