Ancient Greek
72.3
Tlg4075, Vita Procli 72.3
Unproofread scanNot analysed yet
χγʹ. Πολλῶν δὲ καὶ αὐτὸς πατὴρ ἐγίνετο δογμάτων, οὐ πρότερον ἐγνωσμένων, φυσικῶν τε καὶ νοερῶν καὶ τῶν ἐπὶ θεοτήτων. Πρώτος γὰρ οὗτος ἐπίστησεν, ὅτι γένος ἔστι ψυχῶν δυναμενῶν πολλὰ ἄμα εἴδη θεωρεῖν, ὁ δὴ καὶ μέσον ἤδη εἰκότως ἐτίθετο τοῦ τε νοῦ τοῦ ἀθρόως καὶ κατὰ μίαν ἐπιβολὴν ἀπαντα προνοοῦντος, καὶ τῶν καθʼ ἕν εἶδος τὴν μετάστασιν ποιουμένων ψυχῶν. Ἔξεστι δὲ τῷ βουλομένῳ καὶ τοῖς ἄλλοις αὐτοῦ γεννήμασιν ἐντυχθεῖν,