Ancient Greek
78.5
Tlg4075, Vita Procli 78.5
Unproofread scanNot analysed yet
λά. p. 77. Κακεῖνα δὲ μνήμης ἄξια διηγεῖτο· ὑπὸ συμπαθείας οὐκ ἄνευ δακρύων, Ἔδειδιε γὰρ ἀκραζούσης αὐτῷ τῆς λβ. λγ. ἡλίας, μήποτε ἢ τοῦ πατρὸς ἀρδριτὶς νόσος, ἄτε φιλοῦσα καὶ εἰωθυία δὲ τὰ πολλὰ εἰς παῖδας ἐκ πατέρων χωρεῖν, οὕτω καὶ ἐπ’ αὐτὸν ἐλθοῖ· καὶ οὐκ ἀδεῖς, ὁμαι, ἐδεδει. "Πδὴ γὰρ ἦν πρὸ τοῦ, ὅπερ καὶ ἐδει πρότερον ἱστορῆσαι, ἀληθῶνος τοιαύτης αἰσθόμενος, ἥτικα δὴ καὶ ἄλλο παράδοξον ἐγέγονε περὶ αὐτόν. Συμβουλευθεὶς γὰρ παρὰ τινῶν ἐπέθηκε τὸ λεγόμενον πτιγματίον τῷ ἀλγοῦντι ποδὶ, καὶ κειμένου αὐτοῦ ἐπὶ τῆς κλίνης, στρουθὸς ἐξαίφνης καταπατὰς ὑψήπασε τὸ πτιγματίον. Ἦν μὲν οὖν καὶ ὁ σύμβολος θεῖος καὶ ὧντως παιδιωὸς ἰκανὸς τε θαῦρὸς ἐμποιεῖσαι περὶ τοῦ μέλλοντος· ὁ δέ, ὡσπερ ἔφην, καὶ ἐς ὑστερον οὐδὲν ἦτον φόβῳ τῆς νόσου κατεῖχετο. Ἐκτεῦσας δὴ τὸν θεὸν περὶ τούτου· καὶ δεηθεὶς φήναι τι αὐτῷ σαφὲς, καθευδὼς εἶδε (τολμηρὸν μὲν καὶ ἐνὸνμηθῆναι, τολμητέον δ’ οὖν ὧμως καὶ οὐκ ἀποδειλιακτὸν τὸ ἀληθὲς εἰς φῶς ἀγαγεῖν) εἶδε δέ, ὡς ἐδοκε, ἥκοντά τινα ἐξ Ἐπιδάιρου καὶ ἐπικρύπταντα εἰς τὰ σκέλη, καὶ οὐδὲ τὰ γόνατα διὰ φιλανθρωπίαν ἀπαμηνσάμενον φιλεῖν. Διετέλεσεν οὖν τὸ ἐντεῦθεν πάντα τὸν βίον περὶ τούτου θαυρῶν, καὶ εἰς γῆρας ἀρίκετο βαθὺ μηδενὸς ἐπὶ πάθους τοιούτου ἐπαισθανόμενος.