Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0647.tlg001.perseus-grc2, lines 2.376-2.418
Tryphiodorus, Ἅλωσις Ἰλίου 2.376-418
Not analysed yet
ὦ μέλεοι, τίνα τοῦτον ἀνάρσιον ἵππον ἄγοντες
δαιμόνιοι μαίνεσθε καὶ ὑστατίην ἐπὶ νύκτα
σπεύδετε καὶ πολέμοιο πέρας καὶ νήγρετον ὕπνον;
δυσμενέων ὅδε κῶμος ἀρήιος· αἱ δέ που ἤδη
τίκτουσιν μογερῆς Ἑκάβης ὠδῖνες ὀνείρων,
λήγει δʼ ἀμβολιεργὸν ἔτος πολέμοιο λυθέντος.
τοῖος ἀριστήων λόχος ἔρχεται, οὓς ἐπὶ χάρμην
τεύχεσιν ἀστράπτοντας ἀμαυροτάτην ὑπὸ νύκτα
τέξεται ὄβριμος ἵππος· ἐπὶ χθόνα δʼ ἄρτι θορόντες
ἐς μόθον ὁρμήσουσι τελειότατοι πολεμισταί.
οὐ γὰρ ἐπʼ ὠδίνεσσι μογοστόκον ἵππον ἀνεῖσαι
ἀνδράσι τικτομένοισιν ἐπισχήσουσι γυναῖκες,
αὐτὴ δʼ Εἰλείθυια γενήσεται, ἥ μιν ἔτευξε·
γαστέρα δὲ πλήθουσαν ἀνακλίνασα βοήσει
μαῖα πολυκλαύτοιο τόκου πτολίπορθος Ἀθήνη.
καὶ δὴ πορφύρεον μὲν ἑλίσσεται ἔνδοθι πύργων
αἵματος ἐκχυμένου πέλαγος καὶ κῦμα φόνοιο,
δεσμά τε συμπαθέων πλέκεται περὶ χερσὶ γυναικῶν
νυμφία, φωλεύει δʼ ὑπὸ δούρασι κευθόμενον πῦρ.
ὤμοι ἐμῶν ἀχέων, ὤμοι σέο, πάτριον ἄστυ,
αὐτίκα λεπταλέη κόνις ἔσσεαι, οἴχεται ἔργον
ἀθανάτων, προθέλυμνα θεμείλια Λαομέδοντος.
καὶ σέ, πάτερ, καὶ μῆτερ, ὀδύρομαι, οἷά μοι ἤδη
ἀμφότεροι πείσεσθε· σὺ μέν, πάτερ, οἰκτρὰ δεδουπὼς
κείσεαι Ἑρκείοιο Διὸς μεγάλου παρὰ βωμῷ·
μῆτερ ἀριστοτόκεια, σὲ δὲ βροτέης ἀπὸ μορφῆς
λυσσαλέην ἐπὶ παισὶ θεοὶ κύνα ποιήσουσι.
δῖα Πολυξείνη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
κεκλιμένην ὀλίγον δακρύσομαι· ὡς ὄφελέν τις
Ἀργείων ἐπὶ σοῖσι γόοις ὀλέσαι με καὶ αὐτήν.
τίς γάρ μοι χρειὼ βιότου πλέον, εἴ με φυλάσσει
οἰκτροτάτῳ θανάτῳ, ξείνη δέ με γαῖα καλύψει;
τοιάδε μοι δέσποινα καὶ αὐτῷ δῶρον ἄνακτι
ἀντὶ τόσων καμάτων Ἀγαμέμνονι πότμον ὑφαίνει.
ἀλλʼ ἤδη φράζεσθε—τὰ δὲ γνώσεσθε παθόντες—
καὶ νεφέλην ἀπόθεσθε, φίλοι, βλαψίφρονος ἄτης.
ῥηγνύσθω πελέκεσσι δέμας πολυχανδέος ἵππου
ἢ πυρὶ καιέσθω· δολόεντα δὲ σώματα κεῦθον
ὀλλύσθω, μεγάλη δὲ ποθὴ Δαναοῖσι γενέσθω.
καὶ τότε μοι δαίνυσθε καὶ ἐς χορὸν ὀτρύνεσθε
στησάμενοι κρητῆρας ἐλευθερίης ἐρατεινῆς.
ἡ μὲν ἔφη· τῇ δʼ οὔτις ἐπείθετο· τὴν γὰρ Ἀπόλλων
ἀμφότερον μάντιν τʼ ἀγαθὴν καὶ ἄπιστον ἔθηκεν.