Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0647.tlg001.perseus-grc2, lines 2.328-2.375
Tryphiodorus, Ἅλωσις Ἰλίου 2.328-375
Not analysed yet
οἱ δʼ ἦγον προπάροιθεν· ὁδὸς δʼ ἐβαρύνετο μακρὴ
σχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη.
εἵπετο δʼ αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺς
κυδιόων ὑπέροπλα, βίην δʼ ἐπέρεισεν Ἀθήνη
χεῖρας ἐπιβρίσασα νεογλυφέων ἐπὶ μηρῶν.
ὧδε θέων ἀκίχητος ἐπέδραμε θᾶσσον ὀιστοῦ
Τρῶας ἐυσκάρθμοισιν ὁδοιπορίῃσι διώκων,
εἰσόκε δὴ πυλέων ἐπεβήσατο Δαρδανιάων.
αἱ δέ οἱ ἐρχομένῳ θυρέων πτύχες ἐστείνοντο·
ἀλλʼ Ἥρη μὲν ἔλυσεν ἐπὶ δρόμον αὖθις ὁδοῖο
πρόσθεν ἀναστέλλουσα, Ποσειδάων δʼ ἀπὸ πύργων
σταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνῃ.
Τρωιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἄλλοθεν ἄλλαι,
νύμφαι τε πρόγαμοί τε καὶ ἴδμονες Εἰλειθυίης,
μολπῇ τʼ ὀρχηθμῷ τε περὶ βρέτας εἱλίσσοντο·
ἄλλαι δὲ χνοόωσαν ἀμελγόεναι χάριν ὄμβρου
ὁλκῷ δουρατέῳ ῥοδέους στορέσαντο τάπητας.
αἱ δὲ θαλασσαίης ἐπιμάζια νήματα μίτρης
λυσάμεναι κλωστοῖσι κατέπλεκον ἄνθεσιν ἵππον.
καί τις ἀπειρεσίοιο πίθου κρήδεμνον ἀνεῖσα
χρυσείῳ προχέουσα κρόκῳ κεκερασμένον οἶνον
γαῖαν ἀνεκνίσσωσε χυτὴν εὐώδεϊ πηλῷ.
ἀνδρομέῃ δὲ βοῇ συνεβάλλετο θῆλυς ἰωή,
καὶ παίδων ἀλαλητὸς ἐμίσγετο γήραος ἠχῇ.
οἷαι δʼ ἀφνειοῖο μετήλυδες Ὠκεανοῖο,
χείματος ἀμφίπολοι, γεράνων στίχες ἠεροφώνων,
κύκλον ἐπογμεύουσιν ἀλήμονος ὀρχηθμοῖο
γειοπόνοις ἀρότῃσιν ἀπεχθέα κεκληγυῖαι·
ὣς οἵγε κλαγγῇ τε διʼ ἄστεος ἠδὲ κυδοιμῷ
ἦγον ἐς ἀκρόπολιν βεβαρημένον ἔνδοθεν ἵππον.
κούρη δὲ Πριάμοιο θεήλατος οὐκέτι μίμνειν
ἤθελεν ἐν θαλάμοισι· διαρρήξασα δʼ ὀχῆας
ἔδραμεν ἠύτε πόρτις ἀήσυρος, ἥντε τυπεῖσαν
κέντρον ἀνεπτοίησε βοορραίσταο μύωπος·
ἡ δʼ οὐκ εἰς ἀγέλην ποτιδέρκεται οὐδὲ βοτῆρι
πείθεται οὐδὲ νομοῖο λιλαίεται, ἀλλὰ βελέμνῳ
ὀξέι θηγομένη βοέων ἐξήλυθε θεσμῶν·
τοίη μαντιπόλοιο βολῆς ὑπὸ νύγματι κούρη
πλαζομένη κραδίην ἱερὴν ἀνεσείετο δάφνην.
πάντη δʼ ἐβρυχᾶτο κατὰ πτόλιν· οὐδὲ τοκήων
οὐδὲ φίλων ἀλέγιζε· λίπεν δέ ἑ παρθένος αἰδώς.
οὐχ οὕτω Θρήισσαν ἐνὶ δρυμοῖσι γυναῖκα
νήδυμος αὐλὸς ἔτυψεν ὀρειμανέος Διονύσου,
ἥτε θεῷ πληγεῖσα παρήορον ὄμμα τιταίνει
γυμνὸν ἐπισσείουσα κάρη κυανάμπυκι κισσῷ,
ὡς ἥγε πτερόεντος ἀναΐξασα νόοιο
Κασσάνδρη θεόφοιτος ἐμαίνετο· πυκνὰ δὲ χαίτην
κοπτομένη καὶ στέρνον ἀνίαχε μαινάδι φωνῇ·