Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0647.tlg001.perseus-grc2, lines 2.600-2.646
Tryphiodorus, Ἅλωσις Ἰλίου 2.600-646
Not analysed yet
οἰκτρότατοι δὲ γέροντες ἀτιμοτάτοισι φόνοισιν
οὐδʼ ὀρθοὶ κτείνοντο, χαμαὶ δʼ ἱκετήσια γυῖα
τεινάμενοι πολιοῖσι κατεκλίνοντο καρήνοις.
πολλὰ δὲ νήπια τέκνα μινυνθαδίων ἀπὸ μαζῶν
μητέρος ἡρπάζοντο καὶ οὐ νοέοντα τοκήων
ἀμπλακίας ἀπέτινον, ἀνημέλκτου δὲ γάλακτος
παιδὶ μάτην ὀρέγουσα χοὰς ἐκόμισσε τιθήνη.
οἰωνοί τε κύνες τε κατὰ πτόλιν ἄλλοθεν ἄλλοι,
ἠέριοι πεζοί τε συνέστιοι εἰλαπινασταί,
αἷμα μέλαν πίνοντες ἀμείλιχον εἶχον ἐδωδήν,
καὶ τῶν μὲν κλαγγὴ φόνον ἔπνεεν, οἱ δʼ ὑλάοντες
ἄγρια κοπτομένοισιν ἐπʼ ἀνδράσιν ὠρύοντο,
νηλέες, οὐδʼ ἀλέγιζον ἑοὺς ἐρύοντες ἄνακτας.
τὼ δὲ γυναιμανέος ποτὶ δώματα Δηιφόβοιο
στελλέσθην Ὀδυσσεύς τε καὶ εὐχαίτης Μενέλαος
καρχαλέοισι λύκοισιν ἐοικότες, οἵθʼ ὑπὸ νύκτα
χειμερίην φονόωντες ἀσημάντοις ἐπὶ μήλοις
οἴχονται, κάματον δὲ κατατρύχουσι νομήων.
ἔνθα δύω περ ἐόντες ἀπειρεσίοισιν ἔμιχθεν
ἀνδράσι δυσμενέεσσι· νέη δʼ ἠγείρετο χάρμη
τῶν μὲν ἐπορνυμένων, τῶν δʼ ὑψόθεν ἐκ θαλάμοιο
βαλλόντων λιθάκεσσι καὶ ὠκυμόροισιν ὀιστοῖς.
ἀλλὰ καὶ ὣς ὑπέροπλα καρήατα πυργώσαντες
ἀρρήκτοις κορύθεσσι καὶ ἀσπίσι κυκλώσαντες
εἰσέθορον μέγα δῶμα· καὶ ἀντίβιον μὲν ὅμιλον,
θῆρας δειμαλέους, ἐλάων ἐδάιξεν Ὀδυσσεύς,
Ἀτρείδης δʼ ἑτέρωθεν ὑποπτήξαντα διώξας
Δηίφοβον κατέμαρψε, μέσην κατὰ γαστέρα τύψας
ἧπαρ ὀλισθηρῇσι συνεξέχεεν χολάδεσσιν.
ὣς ὁ μὲν αὐτόθι κεῖτο λελασμένος ἱπποσυνάων,
τῷ δʼ ἕπετο τρομέουσα δορυκτήτη παράκοιτις
ἄλλοτε μὲν χαίρουσα κακῶν ἐπὶ τέρματι μόχθων,
ἄλλοτε δʼ αἰδομένη, τοτὲ δʼ ὀψέ περ ὡς ἐν ὀνείρῳ
λαθρίδιον στενάχουσα φίλης μιμνῄσκετο πάτρης.
Αἰακίδης δὲ γέροντα Νεοπτόλεμος βασιλῆα
πήμασι κεκμηῶτα παρʼ Ἑρκείῳ κτάνε βωμῷ
οἶκτον ἀπωσάμενος πατρώιον· οὐδὲ λιτάων
ἔκλυεν, οὐ Πηλῆος ὁρώμενος ἥλικα χαίτην
ᾐδέσαθʼ, ἧς ὕπο θυμὸν ἀπέκλασεν ἠδὲ γέροντος
καίπερ ἐὼν βαρύμηνις ἐφείσατο τὸ πρὶν Ἀχιλλεύς.
σχέτλιος, ἦ μὲν ἔμελλε καὶ αὐτῷ πότμος ὁμοῖος
ἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνος
ὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦ
Δελφὸς ἀνὴρ ἐλάσας ἱερῇ κατέπεφνε μαχαίρῃ.
ἡ δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων—
χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος—ἀθρήσασα
Ἀνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα.