Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0647.tlg001.perseus-grc2, lines 2.647-2.691
Tryphiodorus, Ἅλωσις Ἰλίου 2.647-691
Not analysed yet
Κασσάνδρην δʼ ᾔσχυνεν Ὀιλῆος ταχὺς Αἴας
Παλλάδος ἀχράντοιο θεῆς ὑπὸ γοῦνα πεσοῦσαν·
ἡ δὲ βίην ἀνένευσε θεή, τὸ πρόσθεν ἀρηγὼν
ἀνθʼ ἑνὸς Ἀργείοισιν ἐχώσατο πᾶσιν Ἀθήνη.
Αἰνείαν δʼ ἔκλεψε καὶ Ἀγχίσην Ἀφροδίτη
οἰκτείρουσα γέροντα καὶ υἱέα, τῆλε δὲ πάτρης
Αὐσονίην ἀπένασσε· θεῶν δʼ ἐτελείετο βουλὴ
Ζηνὸς ἐπαινήσαντος, ἵνα κράτος ἄφθιτον εἴη
παισὶ καὶ υἱωνοῖσιν ἀρηιφίλης Ἀφροδίτης.
τέκνα δὲ καὶ γενεὴν Ἀντήνορος ἀντιθέοιο
Ἀτρείδης ἐφύλαξε, φιλοξείνοιο γέροντος,
μειλιχίης προτέρης τίνων χάριν ἠδὲ τραπέζης
κείνης, ᾗ μιν ἔδεκτο γυνὴ πρηεῖα Θεανώ.
δειλὴ Λαοδίκη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
γαῖα περιπτύξασα κεχηνότι δέξατο κόλπῳ·
οὐδέ σε Θησείδης Ἀκάμας οὐδʼ ἄλλος Ἀχαιῶν
ἤγαγε ληιδίην, ἔθανες δʼ ἅμα πατρίδι γαίῃ.
πᾶσαν δʼ οὐκ ἂν ἔγωγε μόθου χύσιν ἀείσαιμι
κρινάμενος τὰ ἕκαστα καὶ ἄλγεα νυκτὸς ἐκείνης·
Μουσάων ὅδε μόχθος, ἐγὼ δʼ ἅπερ ἵππον ἐλάσσω
τέρματος ἀμφιέλισσαν ἐπιψαύουσαν ἀοιδήν.
ἄρτι γὰρ ἀντολίηθεν ἀπόσσυτος Ὠκεανοῖο
ἠρέμα λευκαίνουσα κατέγραφεν ἠέρα πολλήν,
νύκτα διαρρήξασα μιαιφόνον ἱππότις Ἠώς·
οἱ δʼ ἐπαγαλλόμενοι πολέμων ὑπεραυχέι νίκῃ
πάντοσε παπταίνεσκον ἀνὰ πτόλιν, εἴ τινες ἄλλοι
κλεπτόμενοι φεύγουσι φόνου πάνδημον ἀυτήν.
ἀλλʼ οἱ μὲν δέδμηντο λίνῳ θανάτοιο πανάγρῳ,
ἰχθύες ὡς ἁλίῃσιν ἐπὶ ψαμάθοισι χυθέντες,
Ἀργεῖοι δʼ ἀπὸ μὲν μεγάρων νεοτευχέα κόσμον
ἐξέφερον, νηῶν ἀναθήματα, πολλὰ δʼ ἐρήμων
ἥρπαζον θαλάμων κειμήλια· σὺν δὲ γυναῖκας
ληιδίας σὺν παισὶν ἄγον ποτὶ νῆας ἀνάγκῃ.
τείχεσι δὲ πτολίπορθον ἐπὶ φλόγα θωρήξαντες
ἔργα Ποσειδάωνος ἰῇ συνέχευον ἀυτμῇ.
αὐτοῦ καὶ μέγα σῆμα φίλοις ἀστοῖσιν ἐτύχθη
Ἴλιος αἰθαλόεσσα· πυρὸς δʼ ὀλεσίπτολιν ἄτην
Ξάνθος ἰδὼν ἔκλαυσε γόων ἁλιμυρέι πηγῇ,
Ἡφαίστῳ δʼ ὑπόεικεν ἀτυζόμενος χόλον Ἥρης.
οἱ δὲ Πολυξείνης ἐπιτύμβιον αἷμα χέαντες,
υῆνιν ἱλασσάμενοι τεθνειότος Αἰακίδαο
Τρωιάδας τε γυναῖκας ἐλάγχανον, ἄλλα τε πάντα
χρυσὸν ἐμοιρήσαντο καὶ ἄργυρον· οἷσι βαθείας
νῆας ἐπαχθήσαντες ἐριγδούπου διὰ πόντου
ἐκ Τροίης ἀνάγοντο μόθον τελέσαντες Ἀχαιοί.