Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0647.tlg001.perseus-grc2, lines 2.95-2.140
Tryphiodorus, Ἅλωσις Ἰλίου 2.95-140
Not analysed yet
ἀμφὶ δέ μιν λευκοῖο κατʼ αὐχένος ἠδὲ γενείων
ἄνθεσι πορφυρέοισι πέριξ ἔζωσεν ἱμάντων
καὶ σκολιῇς ἑλίκεσσιν ἀναγκαίοιο χαλινοῦ
κολλήσας ἐλέφαντι καὶ ἀργυροδίνεϊ χαλκῷ.
αὐτὰρ ἐπειδὴ πάντα κάμεν μενεδήιον ἵππον,
κύκλον ἐυκνήμιδα ποδῶν ὑπέθηκεν ἑκάστῳ
ἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴη
μηδὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύῃ.
ὣς ὁ μὲν ἐξήστραπτε φόβῳ καὶ κάλλεϊ πολλῷ
εὐρύς θʼ ὑψηλός τε· τὸν οὐδέ κεν ἀρνήσαιτο,
εἴ μιν ζωὸν ἔτετμεν, ἐλαυνέμεν ἵππιος Ἄρης.
ἀμφὶ δέ μιν μέγα τεῖχος ἐλήλατο, μή τις Ἀχαιῶν
πρίν μιν ἐσαθρήσειε, δόλον δʼ ἀνάπυστον ἀνάψῃ.
οἱ δὲ Μυκηναίης Ἀγαμέμνονος ἐγγύθι νηὸς
λαῶν ὀρνυμένων ὅμαδον καὶ κῦμα φυγόντες
ἐς βουλὴν βασιλῆες ἀολλίσθησαν Ἀχαιῶν.
ἡ δὲ τανυφθόγγοιο δέμας κήρυκος ἑλοῦσα
συμφράδμων Ὀδυσῆι παρίστατο θοῦρις Ἀθήνη
ἀνδρὸς ἐπιχρίουσα μελίχροϊ νέκταρι φωνήν.
αὐτὰρ ὁ δαιμονίῃσι νόον βουλῇσιν ἑλίσσων
πρῶτα μὲν εἱστήκει κενεόφρονι φωτὶ ἐοικὼς
ὄμματος ἀτρέπτοιο βολὴν ἐπὶ γαῖαν ἐρείσας,
ἄφνω δʼ ἀενάων ἐπέων ὠδῖνας ἀνοίξας
δεινὸν ἀνεβρόντησε καὶ ἠερίης ἅτε πηγῆς
ἐξέχεεν μέγα λαῖτμα μελισταγέος νιφετοῖο·
ὦ φίλοι, ἤδη μὲν κρύφιος λόχος ἐκτετέλεσται
χερσὶ μὲν ἀνδρομέῃσιν, ἀτὰρ βουλῇσιν Ἀθήνης.
ὑμεῖς δʼ, οἵτε μάλιστα πεποίθατε κάρτεϊ χειρῶν,
πρόφρονες ἀλκήεντι νόῳ καὶ τλήμονι θυμῷ
σπέσθε μοι· οὐ γὰρ ἔοικε πολὺν χρόνον ἐνθάδʼ ἐόντας
μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας,
ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαι
ἢ θανάτῳ βροτόεντι κακοκλεὲς αἶσχος ἀλύξαι.
ἡμῖν θαλπωραὶ προφερέστεραι ἤπερ ἐκείνοις,
εἰ μήπω στρουθοῖο καὶ ἀρχαίοιο δράκοντος
καὶ καλῆς πλατάνοιο καὶ ὠκυμόροις ἐπὶ τέκνοις
μητέρος ἑλκομένης ἁπαλῶν τʼ ἐλάθεσθε νεοσσῶν.
εἰ δὲ θεοπροπίῃσι γέρων ἀνεβάλλετο Κάλχας,
ἀλλὰ καὶ ὣς Ἑλένοιο μετήλυδος ὀμφητῆρος
μαντοσύναι καλέουσιν ἑτοιμοτάτην ἐπὶ νίκην.
τούνεκά μοι πείθεσθε, καὶ ἱππείην ἐπὶ νηδὺν
θαρσαλέοι σπεύδωμεν, ὅπως αὐτάγρετον ἄλγος
Τρῶες ἀταρβήτοιο θεῆς ἀπατήνορα τέχνην
Ἴλιον εἰσανάγωσιν ἑὸν κακὸν ἀμφαγαπῶντες.
οἱ δʼ ἄλλοι πρυμναῖα μεθίετε πείσματα νηῶν
πῦρ ἴδιον πλεκτῇσιν ἐνὶ κλισίῃσι βαλόντες·