Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0647.tlg001.perseus-grc2, lines 2.141-2.188
Tryphiodorus, Ἅλωσις Ἰλίου 2.141-188
Not analysed yet
Ἰλιάδος δὲ λιπόντες ἐρημαίην χθονὸς ἀκτὴν
πλώετε πασσυδίῃ ψευδώνυμον οἴκαδε νόστον,
εἰσόκεν εὐόρμου τετανυσμένον ὲκ περιωπῆς
ὔμμι συναγρομένοις ἐπὶ γείτονος αἰγιαλοῖο
σημαίνῃ παλίνορσον ἐπὶ πλόον ἑσπέριον πῦρ.
καὶ τότε μήτε τις ὄκνος ἐπειγομένων ἐρετάων
γινέσθω μήτʼ ἄλλο φόβου νέφος, οἷά τε νύκτες
ἀνθρώποισι φέρουσιν ἐλαφροῦ δείματα θυμοῦ.
ἔστω δὲ προτέρης ἀρετῆς ἐμφύλιος αἰδώς,
μηδέ τις αἰσχύνειεν ἑὸν κλέος, ὥς κεν ἕκαστος
ἄξιον ὧν ἐμόγησε λάβῃ γέρας ἱπποσυνάων.
ὣς φάμενος βουλῆς ἐξήρχετο· τοῖο δὲ μύθοις
πρῶτος ἐφωμάρτησε Νεοπτόλεμος θεοειδής,
πῶλος ἅτε δροσόεντος ἐπειγόμενος πεδίοιο,
ὅστε νεοζυγέεσσιν ἀγαλλόμενος φαλάροισιν
ἔφθασε καὶ μάστιγα καὶ ἡνιοχῆος ἀπειλήν.
Τυδείδης δʼ ἐπόρουσε Νεοπτολέμῳ Διομήδης
θαυμάζων, ὅτι τοῖος ὄην καὶ πρόσθεν Ἀχιλλεύς.
ἕσπετο καὶ Κυάνιππος, ὃν εὐπατέρεια Κομαιθὼ
Τυδηὶς θαλάμοιο μινυνθαδίοιο τυχοῦσα
ὠκυμόρῳ τέκε παῖδα σακεσπάλῳ Αἰγιαλῆι.
ἔστη καὶ Μενέλαος· ἄγεν δέ μιν ἄγριος ὁρμὴ
Δηιφόβου ποτὶ δῆριν, ἀπηνέι δʼ ἔζεε θυμῷ
δεύτερον ἁρπακτῆρα γάμου λελιημένος εὑρεῖν.
τῷ δʼ ἐπὶ Λοκρὸς ὄρουσεν Ὀιλῆος ταχὺς Αἴας,
εἰσέτι θυμὸν ἔχων πεπνυμένον οὐδʼ ἐπὶ κούραις
μαργαίνων ἀθέμιστον· ἀνέστησεν δὲ καὶ ἄλλον,
Κρητῶν Ἰδομενῆα μεσαιπόλιον βασιλῆα.
Νεστορίδης δʼ ἅμα τοῖσιν ἔβη κρατερὸς Θρασυμήδης,
καὶ Τελαμώνιος υἱὸς ἑκηβόλος ἤιε Τεῦκρος
τοῖσι δʼ ἐπʼ Ἀδμήτοιο πάις πολύιππος ἀνέστη
Εὔμηλος· μετὰ τὸν δὲ θεοπρόπος ἔσσυτο Κάλχας
εὖ εἰδώς, ὅτι μόχθον ἀμήχανον ἐκτελέσαντες
ἤδη Τρώιον ἄστυ καθιππεύσουσιν Ἀχαιοί.
οὐδὲ μὲν οὐδʼ οἳ ἔλειφθεν ἀποστρεφθέντες ἀρωγῆς
Εὐρύπυλός τʼ Εὐαιμονίδης ἀγαθός τε Λεοντεύς,
Δημοφόων τʼ Ἀκάμας τε, δύω Θησήια τέκνα,
Ὀρτυγίδης τʼ Ἄντικλος, ὃν αὐτόθι τεθνειῶτα
ἵππῳ δακρύσαντες ἐνεκτερέιξαν Ἀχαιοί,
Πηνέλεώς τε Μέγης τε καὶ Ἀντιφάτης ἀγαπήνωρ
Ἰφιδάμας τε καὶ Εὐρυδάμας, Πελίαο γενέθλη,
τόξῳ δʼ Ἀμφιδάμας κεκορυθμένος· ὕστατος αὖτε
τέχνης ἀγλαόμητις ἑῆς ἐπέβαινεν Ἐπειός.
εὐξάμενοι δὴ ἔπειτα Διὸς γλαυκώπιδι κούρῃ
ἱππείην ἔσπευδον ἐς ὁλκάδα· τοῖσι δʼ Ἀθήνη
ἀμβροσίῃ κεράσασα θεῶν ἐκόμισσεν ἐδωδὴν
δεῖπνον ἔχειν, ἵνα μή τι πανημέριοι λοχόωντες
τειρόμενοι βαρύθοιεν ἀτερπέι γούνατα λιμῷ.