Ancient Greek
α'. ΠΕΡΙ ΥΠΕΡΒΟΛΗΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων α'. ΠΕΡΙ ΥΠΕΡΒΟΛΗΣ.
Not analysed yet
Ὑπερβολή ἐστι φράσις ὑπεραίρουσα τὴν ἀλήθειαν αὐξήσεως ἢ μειώσεως χάριν· αὐξήσεως μέν, οἷον ἠχὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ αἰθέρα καὶ Διὸς αὐγάς· καὶ λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι· καὶ μελάντερον ἠΰτε πίσσα. καὶ κούρην δ᾽ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο, οὐδ᾽ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι· καὶ τὰ ἑξῆς. μειώσεως δέ, οἷον Δίφιλός φησιν ἐπὶ αἰσχρᾶς γυναικός, ἣν ὁ πατὴρ ἐφίλησεν οὐδὲ πώποτε· παρ᾽ ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει, μέλαινα δ᾽ οὕτως, ὥστε καὶ ποιεῖν σκότος.