Ancient Greek
β'. ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων β'. ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ.
Not analysed yet
Ἔμφασίς ἐστι λέξις δι᾽ ὑπονοίας αὐξάνουσα τὸ δηλούμενον, οἷον αὐτὰρ ὅτ᾽ εἰς ἵππον κατεβαίνομεν· ἐν γὰρ τῷ κατεβαίνομεν δηλοῦται τὸ μέγεθος τοῦ ἵππου· καὶ πάλιν ἱππόθεν ἐκχυμένοι. τὴν γὰρ ἀθρόαν ὁρμὴν τοῦ πλήθους διὰ μιᾶς ἐσήμανε λέξεως.