Ancient Greek
ε'. ΠΕΡΙ ΜΕΤΑΛΗΨΕΩΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων ε'. ΠΕΡΙ ΜΕΤΑΛΗΨΕΩΣ.
Not analysed yet
Μετάληψίς ἐστι λέξις ἐκ συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα, οἷον ἔνθεν δ᾽ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι. τὸ γὰρ θοὸν καὶ ὀξύ συνωνυμεῖ. τὰς γὰρ καλουμένας ὀνομαστικῶς ὀξείας νήσους διὰ τὸ σχῆμα μεταληπτικῶς θοὰς ἐκάλεσεν. οὕτω καὶ τὸ ἔρρε κακὴ γλήνη, καὶ Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳ, ὑπὲρ τάφρου πηδῶντας ἔστησε Φρύγας. εἴρηται γὰρ φειδωλίᾳ ἀντὶ τοῦ ἀκριβείᾳ.