Ancient Greek
ζ'. ΠΕΡΙ ΣΥΝΕΚΔΟΧΗΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων ζ'. ΠΕΡΙ ΣΥΝΕΚΔΟΧΗΣ.
Not analysed yet
Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐξενηνεγμένη, προσδεομένη δέ τινος ἔξωθεν ἀκολουθίας. τῶν δὲ συνεκδοχῶν εἰσι διαφοραὶ πλείους· αἱ μὲν γὰρ ἀπὸ μέρους τὸ ὅλον δηλοῦσιν, ὡς ἀργυρόπεζα Θέτις καὶ λευκώλενος Ἥρη· ἢ ἀπὸ τοῦ ὅλου τὸ μέρος, οἷον χάλκεον ἔγχος· οὐ γὰρ ὅλον, ἀλλὰ μέρος· καὶ βόας αὔας τὰς βύρσας· ἢ ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα, οἷον χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ, ἀντὶ τοῦ χρυσέην πανοπλίαν. ἢ ἀπὸ τοῦ προηγουμένου τὸ ἀκόλουθον, οἷον πολλὰς δ᾽ ἰφθίμους ψυχάς· ἢ ἀπὸ τοῦ ἀκολούθου τὸ προηγούμενον, οἷον ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσι.