Ancient Greek
η'. ΠΕΡΙ ΣΥΝΤΟΜΙΑΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων η'. ΠΕΡΙ ΣΥΝΤΟΜΙΑΣ.
Not analysed yet
Συντομία ἐστὶ φράσις αὐτὰ τὰ ἀναγκαῖα τοῦ δηλουμένου ἔχουσα, οἷον κεῖται Πάτροκλος· νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχε᾽ ἔχει κορυθαίολος Ἕκτωρ· καὶ σφαῖραν ἔπειτ᾽ ἔρριψε μετ᾽ ἀμφίπολον βασίλεια, ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ᾽ ἔμπεσε δίνῃ· ταὶ δ᾽ ἐπὶ μακρὸν ἄϋσαν· ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεύς.