Ancient Greek
θ'. ΠΕΡΙ ΒΡΑΧΥΤΗΤΟΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων θ'. ΠΕΡΙ ΒΡΑΧΥΤΗΤΟΣ.
Not analysed yet
Βραχύτης ἐστὶ φράσις πλέον τι τοῦ ἀκουομένου νοούμενον ἔχουσα, οἷά ἐστι τὰ Δελφικὰ ἀποφθέγματα, γνῶθι σαυτόν· χρόνου φείδου· μηδὲν ἄγαν. βραχύτητα δὲ ἔχει καὶ τὸ Λακεδαιμόνιοι Φιλίππῳ, Διονύσιος ἐν Κορίνθῳ· βούλονται γὰρ εἰπεῖν, μὴ ὑψαύχει ἀφορῶν εἰς Διονύσιον τανῦν γράμματα ἐν Κορίνθῳ διδάσκοντα, ὃς πρότερον ἐτυράννει.