Ancient Greek
ια'. ΠΕΡΙ ΕΠΑΝΑΛΗΨΕΩΣ.
Tryphon I Grammaticus, Περὶ τρόπων ια'. ΠΕΡΙ ΕΠΑΝΑΛΗΨΕΩΣ.
Not analysed yet
Ἐπανάληψίς ἐστι δὶς ἢ καὶ πολλάκις ἐπαλλήλως τιθεμένη φράσις· δὶς μὲν ἀλλ᾽ ὁ μὲν Αἰθίοπας μετεκίαθε τήλοθ᾽ ἐόντας, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν. πλεονάκις δέ, Νιρεὺς Αἰσύμνηθεν ἄγεν τρεῖς νῆας ἐΐσας, Νιρεύς, Ἀγλαΐης υἱός, Χαροποῖό τ᾽ ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε. γίνεται δὲ ἐπανάληψις, ὅτε τὸ καθάπαξ ῥηθὲν ὑποδιαιρεῖται κατὰ μέρος.