Ancient Greek
ια'. ΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ.
Tryphon I Grammaticus, Περὶ τρόπων ια'. ΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ.
Not analysed yet
Ὑπερβατόν ἐστι λέξις μετακεκινημένη ἀπὸ τῆς ἰδίας τάξεως· γίνεται δὲ ὑπερβατὸν ἐν εἴδεσι δυσίν· ἢ γὰρ ἐν λόγῳ, ἢ ἐν λέξει· ἐν λέξει μέν, οἷον κατὰ ταῦρον ἐδηδὼς ἀντὶ τοῦ κατεδηδώς· ἐν λόγῳ δέ, οἷον ὣς ἔφατ᾽. Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν μῦθον ἀγασσαμένοι Διομήδεος ἱπποδάμοιο. διαφέρει δὲ τῆς ἀναστροφῆς, ὅτι ἡ μὲν τὰ τελευταῖα τοῖς πρώτοις συνάπτει, τὸ δὲ τὰ τελευταῖα ἐπὶ τὰ πρῶτα ἀνάγει.